Δευτέρα, 20 Ιανουαρίου 2014

Αδίδακτο θέμα Ι



ΚΕΙΜΕΝΟ

Παρεσκευάζοντο δὲ καὶ τὴν ἐς τὴν Ἀττικὴν ἐσβολὴν οἱ Λακεδαιμόνιοι, ὥσπερ τε προυδέδοκτο αὐτοῖς καὶ τῶν Συρακοσίων καὶ Κορινθίων ἐναγόντων, ἐπειδὴ ἐπυνθάνοντο τὴν ἀπὸ τῶν Ἀθηναίων βοήθειαν ἐς τὴν Σικελίαν, ὅπως δὴ ἐσβολῆς γενομένης διακωλυθῇ. καὶ ὁ Ἀλκιβιάδης προσκείμενος ἐδίδασκε τὴν Δεκέλειαν τειχίζειν καὶ μὴ ἀνιέναι τὸν πόλεμον. μάλιστα δὲ τοῖς Λακεδαιμονίοις ἐγεγένητό τις ῥώμη, διότι τοὺς Ἀθηναίους ἐνόμιζον διπλοῦν τὸν πόλεμον ἔχοντας, πρός τε σφᾶς καὶ Σικελιώτας, εὐκαθαιρετωτέρους ἔσεσθαι, καὶ ὅτι τὰς σπονδὰς προτέρους λελυκέναι ἡγοῦντο αὐτούς· ἐν γὰρ τῷ προτέρῳ πολέμῳ σφέτερον τὸ παρανόμημα μᾶλλον γενέσθαι, ὅτι τε ἐς Πλάταιαν ἦλθον Θηβαῖοι ἐν σπονδαῖς, καὶ εἰρημένον ἐν ταῖς πρότερον ξυνθήκαις ὅπλα μὴ ἐπιφέρειν, ἢν δίκας ἐθέλωσι διδόναι, αὐτοὶ οὐχ ὑπήκουον ἐς δίκας προκαλουμένων τῶν Ἀθηναίων. καὶ διὰ τοῦτο εἰκότως δυστυχεῖν τε ἐνόμιζον, καὶ ἐνεθυμοῦντο τήν τε περὶ Πύλον ξυμφορὰν καὶ εἴ τις ἄλλη αὐτοῖς ἐγένετο. 

Θουκυδίδου, Ἱστορίαι Ζ´, 18, 1-2

ΑΣΚΗΣΕΙΣ

1. Να γράψετε τον αντίστοιχο αόριστο σε όλους τους παρατατικούς του κειμένου.
2. Να γράψετε το αντίστοιχο απαρέμφατο όλων των μετοχών του κειμένου.
3. Να χαρακτηρισθεί ο συντακτικός ρόλος των συμπλεκτικών, αντιθετικών και διαζευκτικών συνδέσμων. 
4. Να συμπληρώσετε τον πίνακα:

Ενεστώτας ἀνιέναι διδόναι
Παρατατικός ἐνόμιζον
Μέλλοντας
Αόριστος ἦλθον
Παρακείμενος
Υπερσυντέλικος προυδέδοκτο


Δημοσίευση σχολίου